Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.292 Joseph. AJ 1.297 (English) >>Joseph. AJ 1.301

1.295Ἰάκωβος δὲ πᾶσαν αὐτῷ τὴν αἰτίαν διηγεῖτο λέγων Ἰσάκῳ γενέσθαι παῖδας διδύμους αὐτόν τε καὶ Ἡσαῦν, ὃν ἐπεὶ τῶν τοῦ πατρὸς εὐχῶν διήμαρτε σοφίᾳ τῆς μητρὸς εἰς αὐτὸν γενομένων, ἀποκτεῖναι ζητεῖν αὐτὸν ὡς ἀφῃρημένον τῆς παρὰ τοῦ θεοῦ βασιλείας καὶ ἀγαθῶν ὧν πατὴρ ηὔξατο. 1.296ταύτην τε εἶναι τὴν αἰτίαν τῆς ἐνθάδε παρουσίας κατὰ τὴν τῆς μητρὸς ἐντολήν· πᾶσί τε γὰρ ἡμῖν ἀδελφοὶ τυγχάνουσι καὶ πλέον τοῦ κατʼ ἐκείνους συγγενοῦς μήτηρ προσλαμβάνει. ἔρυμα δὲ τῆς ἐμῆς, φησίν, ἀποδημίας σέ τε καὶ τὸν θεὸν ποιούμενος θαρρῶ τοῖς παροῦσι.” 1.297

Λάβανος δὲ καὶ διὰ τοὺς προγόνους ὑπισχνεῖται πάσης αὐτῷ μεταδώσειν φιλανθρωπίας καὶ διὰ τὴν μητέρα, πρὸς ἣν τὴν εὔνοιαν διὰ τῆς περὶ αὐτὸν σπουδῆς ἐνδείξεσθαι καὶ μὴ παρούσης· ποιμνίων τε γὰρ αὐτὸν ἐπιμελητὴν καταστήσειν ἔφασκε καὶ προνομῆς ἀντὶ τούτων ἀξιώσειν, καὶ πρὸς τοὺς ἰδίους ἀπαλλάττεσθαι γονεῖς βουλόμενον μετὰ δώρων ἐπανήξειν καὶ τιμῆς ὅσης εἰκὸς ἦν τυχεῖν τὸν οὕτω συγγενῆ. 1.298Ἰακώβου δὲ ἀσμένως ταῦτα ἀκούσαντος καὶ φήσαντος ἡδέως πάντα μένων παρʼ αὐτῷ πόνον εἰς ἡδονὴν ὑπομενεῖν τὴν ἐκείνου, μισθὸν δὲ ὑπὲρ τούτου λαβεῖν ἀξιοῦντος τὸν Ῥαχήλας γάμον διά τε τὰ ἄλλα τιμῆς ἀξίας παρʼ αὐτοῦ τυγχάνειν οὔσης, καὶ ὅτι διάκονος τῆς πρὸς αὐτὸν ἀφίξεως γένοιτο· γὰρ τῆς παιδὸς ἔρως αὐτὸν ἠνάγκασε ποιήσασθαι τοὺς περὶ τούτου λόγους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.292 Joseph. AJ 1.297 (English) >>Joseph. AJ 1.301

Powered by PhiloLogic